I G 48

I G 48 EUSEB. praep. evang. XV 61, 12 p. 852 D:
ἀλλ' εἰ καὶ σὺ βασκανίᾳ καὶ φθόνῳ τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι' ὄκνου φέρεις, φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαλήθως ἐξενηνεγμένος. τοὺς γοῦν μετεωρολέσχας ἐκείνους μωραίνοντας ἀπεδείκνυε καὶ μηθὲν μαινομένων διαφέρειν ἔλεγεν, ἀπελέγχων αὐτοὺς διαρρήδην οὐ μόνον ὡς ἀνεφίκτων ὀρεγομένους, ἀλλὰ καὶ περὶ ἄχρηστα καὶ ἀνωφελῆ τῷ βίῳ κατατριβομένους. ταῦτα δέ σοι καὶ ὁ [8] πρόσθεν μαρτυρήσει Ξενοφῶν, Σωκράτους ἑταίρων γνωριμώτατος, ὧδέ πη [9] γράφων ἐν Ἀπομνημονεύμασιν. cf. ibid. I 8, 13 p. 25 C-D et XIV 11, 7 - 12, 1 pp. 744 D - 745 C [ = VI A 96].