V B 49

V B 49 COD. VAT. DCCXI fol. 82 b (ap. ARSEN. p. 210 n. 94):
λόγοι Διογένους πρὸς τὸν βασιλέα Ἀλέξανδρον. οὐκ οἶσθα, ὅτι διττή ἐστι παιδεία, ἡ μέν τις δαιμόνιος, ἡ δὲ ἀνθρωπίνη˙ ἡ μὲν οὖν θεία μεγάλη καὶ ἰσχυρὰ καὶ ῥᾳδία, ἡ δὲ ἀνθρωπίνη μικρὰ καὶ ἀσθενὴς καὶ πολλοὺς ἔχουσα κινδύνους καὶ ἀπάτην οὐκ ὀλίγην. ὅμως δὲ ἀναγκαία προσγενέσθαι ἐκείνῃ, εἰ ὀρθῶς γίγνοιτο, καὶ καλοῦσιν οἱ πολλοὶ ταύτην μὲν παιδείαν, καθάπερ οἶμαι παιδία, καὶ νομίζουσι τὸν πλεῖστα γράμματα εἰδότα Περσικά τε καὶ Ἑλληνικά, καὶ τὰ Σύρων καὶ τῶν Φοινίκων καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον σοφώτατον καὶ μάλιστα πεπαιδευμένον. πάλιν δέ, ὅταν ἐντύχωσι τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις, ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα καὶ τὸν ἄνθρωπον˙ τὴν δὲ ἑτέραν ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρίαν καὶ μεγαλοφροσύνην˙ καὶ οὕτω δὴ δίκα παιδείας ἐκάλουν οἱ πρότερον, τοὺς δὲ τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τοὺς τὰς ψυχὰς ἀνδρείους πεπαιδευμένους, ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκῶς, ῥᾳδίως καὶ ταύτης γίνεται μέτοχος, ὀλίγα ἀκούσας, καὶ ὀλιγάκις αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα, καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ, καὶ οὐδεὶς ἂν αὐτὸν ἔτι τούτων ἀφέλοιτο οὔτε καιρός, οὔτε ἄνθρωπος, οὔτε σοφιστής˙ ἀλλ'οὐδ'ἂν πυρί τις ἐγκαῦσαι βουλόμενος˙ ἀλλὰ κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὐτὸν ἐμπρῆσαι, μένειν αὐτῷ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ, οἶμαι, τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος διαπανηθέντος ὑπὸ τοῦ πυρός, οὐ γὰρ μαθεῖν, ἀλλ'ὑπομνησθῆναι δεῖται μόνον. ἔπειτα εὐθὺς οἷδέ τε καὶ ἐγνώρισεν, ὡς ἂν ἐξ ἀρχῆς τὰ δόγματα ἔχων ταῦτα ἐν τῇ αὐτοῦ διανοίᾳ. προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ, ὥσπερ ὁδὸν ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ˙ καὶ μαθὼν εὐθὺς ἄπεισιν˙ ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι σοφιστῇ, κατατρίψῃ περιάγων αὐτόν, ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς μεσημβρίαν ἥκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος, ὥσπερ αἱ ἀμαθεῖς καὶ ἀκόλαστοι κύνες, ἐν τῇ θήρᾳ μηδὲν ξυνιεῖσαι, μηδὲ γνωρίσασαι τὸ ἴχνος, ἐξαπατῶσιν ἄλλας τῇ φωνῇ καὶ τῷ σχήματι, ὡς εὐδυῖαί τε καὶ ὁρῶσαι, καὶ πολλαὶ συνέπονται ταύταις, αἱ ἀφρονέσταται σχεδὸν ταῖς μάτην φθηγγομέναις˙ τούτων δ'αἱ μὲν ἄφθογγοι σιωπῶσαι, μόνον αὗται ἐξαπατῶνται˙ αἱ δὲ προπετέσταται καὶ ἀνοητόταται μιμούμεναι τὰς πρώτας, θορυβοῦσι καὶ μιμοῦνται ἄλλας ἐξαπατᾷν˙ τοιοῦτον εὕροις ἂν καὶ περὶ τοὺς καλουμένους σοφιστάς.