IV A 51

IV A 51 DIOG. LAERT. II 66:
ἦν [scil. Aristippus] δὲ ἱκανὸς ἁρμόσασθαι [2] καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ καὶ πᾶσαν περίστασιν ἁρμοδίως [3] ὑποκρίνασθαι [ = EUDOC. violar. 175 p. 123, 7-9]. διὸ καὶ παρὰ Διονυσίῳ [4] τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν [6] τῶν οὐ παρόντων˙ ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν [ = SUID. s.v. Ἀρίστιππος; HESYCH. MILES. onomat. XC p. 25, 9-13]. [8] ὁ δὲ Τίμων [fr. 27 Diels] παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών˙
οἷά τ' Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος
[10] ψεύδη.
[HESYCH. MILES.] de vir. illustr. 4:
Ἀρίστιππος ὁ Κυρηναῖος τὰς ἡδονὰς μὲν μετεδίωκε, πόνῳ δὲ οὐδεμίαν ἀπόλαυσιν ἐθήρα τῶν οὐ παρόντων˙ ὅθεν ὁ Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει.