VI A 51

VI A 51 AEL. ARISTID. [= fr. 10] de quatt. 576-7 [ = orat. XLVI, II p. 369 D.]:
καὶ οὐ κακῶς λέγει τὸν Θεμιστοκλέα παρόντος ἐκείνου, ὅπως μὴ ἔτι μᾶλλον ἀκούων διαφθείροιτο, οὐδέ γε εἰς παραμυθίας μέρος αὐτῷ κατατίθεται τὸ μὴ μόνον αὐτὸν τῇ ἀμαθίᾳ συνοικεῖν, ἀλλὰ καὶ πάντας εἶναι τοιούτους, ὅσοι τὰ τῆς πόλεως πράττουσιν˙ οὐδαμῶς˙ ἀλλ' ἀναγκάζει "κλάειν θέντα τὴν κεφαλὴν ἐπὶ τὰ γόνατα ἀθυμήσαντα, ὡς οὐδ' ἐγγὺς ὄντα τῷ Θεμιστοκλεῖ τὴν παρασκευήν." καὶ προσέτι συμμέτρως ἐπέτεινε τὸν λόγον. εἶπε γάρ που μεταξὺ λέγων ὡς οὐδ' ἐκείνῳ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἤρκεσεν, ἀλλ' ἐνεδέησεν, ὥστε τὴν μὲν βλασφημίαν περιῃρῆσθαι, ὃ δ' ἦν χρήσιμον εἰς τὸ προτρέψαι, παρ' ἀμφοῖν ἐκεῖναι, καὶ παρὰ τῆς εὐφημίας καὶ παρὰ τοῦ μηδὲ ταῦτα ἀρκέσαι φῆσαι τῷ γε Θεμιστοκλεῖ. (577) οὕτω καίτοι τοῖς ἄλλοις Αἰσχίνης λειπόμενος Πλάτωνος, τοῦτό γε ἄμεινόν πως [13] διεχείρισεν.
PLUTARCH. quom. adul. ab am. intern. 29 p. 69 E-F:
ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης, οἱ καιροὶ παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ προς ἐξουσίαν ἀντισχεῖν ἀνόητον [.....] οὕτω Σωκράτης Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε.