[35] πρὸς τὸν εἰπόντα, "θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι," "κἀκείνων," εἶπεν, "ἡ φύσις." οἱ δὲ τοῦτ' Ἀναξαγόραν φασίν. τῆς γυναικὸς εἰπούσης, "ἀδίκως ἀποθνήσκεις," "σὺ δέ," ἔφη, "δικαίως ἐβούλου;" ὄναρ δόξας τινὰ αὐτῷ λέγειν (Il. I 363),

ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο,

πρὸς Αἰσχίνην ἔφη, "εἰς τρίτην ἀποθανοῦμαι." μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵν' ἐν ἐκείνῳ ἀποθάνῃ. καὶ ὅς, "τί δέ," ἔφη, "τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί;" πρὸς τὸν εἰπόντα, "κακῶς ὁ δεῖνά σε λέγει," "καλῶς γάρ," ἔφη, "λέγειν οὐκ ἔμαθε."

[35] πρὸς τὸν εἰπόντα, "θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι," "κἀκείνων," εἶπεν, "ἡ φύσις." οἱ δὲ τοῦτ' Ἀναξαγόραν φασίν. τῆς γυναικὸς εἰπούσης, "ἀδίκως ἀποθνήσκεις," "σὺ δέ," ἔφη, "δικαίως ἐβούλου;" ὄναρ δόξας τινὰ αὐτῷ λέγειν,

ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο,

πρὸς Αἰσχίνην ἔφη, "εἰς τρίτην ἀποθανοῦμαι." μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵν' ἐκείνῳ ἐναποθάνοι˙ καὶ ὅς, "τί δέ," ἔφη, "τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί;" πρὸς τὸν εἰπόντα, "κακῶς ὁ δεῖνά σε λέγει," "καλῶς γάρ," ἔφη, "λέγειν οὐκ ἔμαθε."

[35] Πρὸς τὸν εἰπόντα, "Θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι," "Κἀκείνων," εἶπεν, "ἡ φύσις." (Οἱ δὲ τοῦτ' Ἀναξαγόρου φασίν.) Τῆς [11610] γυναικὸς εἰπούσης, " Ἀδίκως ἀποθνήσκεις," "Σὺ δέ," ἔφη, "δικαίως ἐβούλου;" Ὄναρ δόξας τινὰ αὐτῷ λέγειν˙

Ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο,

πρὸς Αἰσχίνην ἔφη, "Εἰς τρίτην ἀποθανοῦμαι." Μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου [11615] καλόν, ἵν' ἐν ἐκείνῳ ἀποθάνῃ˙ καὶ ὅς, "Τί δέ," ἔφη, "τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν [1171] δὲ οὐχί;" Πρὸς τὸν εἰπόντα, "Κακῶς ὁ δεῖνά σε λέγει," "Καλῶς γάρ," ἔφη, "λέγειν οὐκ ἔμαθε."