I C 52

I C 52 SIMPLIC. in Aristot. phys p. 772, 24-30:
Σωκράτης μὲν γὰρ καὶ Πλάτων τῷ γένει καὶ τῷ εἴδει οἱ αὐτοὶ λεγόμενοι, ὅτι καὶ ζῷα ἄμφω καὶ ἄνθρωποι, τῷ ἀριθμῷ διαφέρειν ἀλλήλων λέγονται, ὅτι διάφοροι μονάδες εἰσὶ συμβεβηκόσι πολλοῖς διαφέρουσαι, εἴπερ ὁ μὲν Σωφρονίσκου καὶ Φαιναρέτης υἱὸς ἦν, ὁ δὲ Ἀρίστωνος καὶ Περικτιόνης. καὶ ὁ μὲν σιμὸς προγάστωρ ἐξόφθαλμος, ὁ δὲ εὔρις πλατὺς τὸ σῶμα καὶ εὐόφθαλμος, καὶ ὁ μὲν διδάσκαλος Πλάτωνος, ὁ δὲ μαθητὴς Σωκράτους.