VI A 53

VI A 53 AEL. ARISTID. [= fr. 12] de rhet. I 61-4 [ = orat. XLV, II p. 19-20 D.]:
[2] φέρε δὴ καὶ ἑτέραν "ἐκ τοῦ αὐτοῦ γυμνασίου," ἔφη Πλάτων, μαρτυρίαν ἀντ' εἰκόνος παράσχωμαι. οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος "ἐγὼ δ' εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίγνωσκον˙ νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπ' Ἀλκιβιάδην. καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι." (62) ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δ' ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ, φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτησάμενος οἷός τ' ἐστὶν ὠφελεῖν ἀνθρώπους. "πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ <τέχνῃ>, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον˙ καὶ τότε ἐπεθύμησαν ἐμέσαι, ὁπότε αὐτοῖς ἔμελλε συνοίσειν, καὶ τότε κυνηγετῆσαι, ὁπότε συνοίσειν ἔμελλε πονῆσαι." (63) Ἡράκλεις, ὡς διαρρήδην καὶ περιφανῶς Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς μαρτυρεῖ Πλάτωνι ταῦθ' ἃ μικρῷ πρόσθεν παρεσχόμεθα αὐτοῦ πολλῷ καὶ ἀνθρωπινώτερα καὶ πρὸς θεῶν εἶναι καλλίονα ὧν ἕνεκα τοῦ παραδόξου συνεσκεύακεν. (64) οὐκοῦν αὐτός τε μαρτυρῶν ἡμῖν ὥσπερ ὑπὸ κήρυκος ἁνὴρ φαίνεται καὶ τὴν τοῦδε μαρτυρίαν ὥσπερ ἐπισφραγίζεται˙ τοὺς γὰρ πρὸς ἡμῶν αὐτοῦ λόγους κυροῖ. ibid. 74 [= orat. XLV, II p. 23-4 D.]: [21] διὸ καίπερ μαρτυρίᾳ χρώμενος ἠναγκάσθην αὐτὸς μαρτυρεῖν τῷ λόγῳ ἐπάνειμι δ' αὖθις πρὸς τὰ λοιπὰ τῆς μαρτυρίας "ἐγὼ δὲ διὰ τὸν ἔρωτα ὃν ἐτύγχανον ἐρῶν Ἀλκιβιάδου οὐδὲν διάφορον τῶν Βακχῶν ἐπεπόνθειν. καὶ γὰρ αἱ Βάκχαι ἐπειδὰν ἔνθεοι γένωνται, ὅθεν οἱ ἄλλοι [ἐκ τῶν φρεάτων] οὐδὲ ὕδωρ δύνανται ὑδρεύεσθαι, ἐκεῖναι μέλι καὶ γάλα ἀρύονται. καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμι ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι." ἐνταῦθα τελευτᾷ τῶν διαλόγων οὐ διὰ αἰνιγμάτων, οὐδὲ ὑπονοίας, οὐδὲ τρόπον τινὰ ταὐτὰ λέγων ἡμῖν, ἀλλ' ὥσπερ ἐξεπίτηδες εἰς τὴν χρείαν πεποιηκώς.