V H 54

V H 54 STOB. III 15, 10:
Κράτητος˙ Κράτης τὰ τῶν πλουσίων καὶ ἀσώτων χρήματα ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς εἴκαζεν, ἀφ' ὧν ἄνθρωπον μηδὲν λαμβάνειν, κόρακας δὲ καὶ ἰκτίνους˙ ὥσπερ παρὰ τούτων ἑταίρας καὶ κόλακας [= ARSEN. p. 330, 5-9].
DIOG. LAERT. VI 92:
ἐρήμους ἔλεγε [scil. Crates] τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν˙ οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας.