V B 54

V B 54 PLUTARCH. vit. Timol. 15, 8-9 p. 243 C:
Πλάτων μὲν οὖν [2] οὐκ ἐπεῖδεν ἐν Κορίνθῳ Διονύσιον, ἀλλ' ἔτυχεν ἤδη τεθνηκώς, ὁ δὲ Σινωπεὺς Διογένης ἀπαντήσας αὐτῷ πρῶτον, "ὡς ἀναξίως" ἔφη "Διονύσιε ζῇς." ἐπιστάντος δ' ἐκείνου καὶ εἰπόντος˙ "εὖ ποιεῖς, ὦ Διόγενες, συναχθόμενος ἡμῖν ἠτυχηκόσι," "τί γάρ;" εἶπεν ὁ Διογένης "οἴει μέ σοι συναλγεῖν, οὐ διαγανακτεῖν, ὅτι τοιοῦτον ἀνδράποδον ὤν, καὶ τοῖς τυραννείοις ὥσπερ ὁ πατὴρ ἐπιτήδειος ἐγγηράσας ἀποθανεῖν, ἐνταῦθα παίζων καὶ τρυφῶν διάγεις μεθ' ἡμῶν;"