IV A 55

IV A 55 [PLUTARCH.] de vit. et poes. Hom. II 150:
καὶ ἐπεὶ αὐτὸς οὖτος ὁ Ὀδυσσεὺς ποτὲ μὲν οὔλῃ καὶ ἁπαλῇ χλανίδι ἠμπίσχετο ποτὲ δὲ ῥακίοις καὶ πήραις, καὶ νῦν μὲν τῇ Καλυψοῖ συνανεπαύετο, νῦν δ' ὑπὸ Ἴρου καὶ Μελανθίου περιυβρίζετο, ταύτην εἰκόνα τοῦ βίου παραλαβὼν Ἀρίστιππος καὶ πενίᾳ καὶ πόνοις συνηνέχθη ἐρρωμένως καὶ ἡδονῇ ἀφειδῶς ἐχρήσατο.