I G 56

I G 56 CYRILL. contr. Iulian. VII 226:
ὁ Σωφρονίσκου Σωκράτης, ὁ φιλοσοφίᾳ σύντροφος, καίτοι καὶ ὀλιγοκτήμεν ὑπάρχων, καὶ χειρουργικὴν ἐπιστήμην ἐπιτηδεύσας ἐν ἀρχαῖς, καὶ ὀλιγοσιτεῖν εἰωθώς, καὶ ὡς ἐξ ἀνάγκης τάχα που καὶ ταῖς εἰς λῆξιν ἐνδείαις πεπιεσμένος, χαμαί τε ἐρχόμενος, κατὰ τὸν Ὁμήρου μῦθον, συνεφύρετο γυναιξί, Μυρτοῖ τε, φημὶ, καὶ Ξανθίππῃ˙ συνεπλέκετο δὲ καὶ ταῖς ἑταιριζομέναις, καὶ ἀκάθεκτος ἧν εἰς ὀρέξεις αἰσχρὰς καὶ μυσαρωτάτας. φέρε δὴ οὖν καὶ ἡμεῖς ἐπὶ Σωκράτους λέγωμεν˙ ὢ μέγεθος ἀρετῆς, ὦ σοφίας πλοῦτος, οὐ περιγέγονεν ἡδονῆς.