[36] Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ' ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν˙ ἐκεῖνος γὰρ τὰ αὑτοῦ κακῶς ᾄδοντας τούτους καταλαβὼν αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών, "ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, κἀγὼ τὰ ὑμέτερα." ἤχθετο οὖν δὴ τοῖς μὴ καθ' ὥραν τὰ μαθήματα ἀνειληφόσι. φυσικῶς δέ πως ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ Φήμ' ἐγώ, καί, Οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα, εἰπὼν τοὔνομα˙ ὃ καὶ πολλοὶ τῶν μαθητῶν ἐζήλουν καὶ τὴν ῥητορείαν καὶ πᾶν τὸ σχῆμα. [36] Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ' ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν˙ ἐκεῖνος γὰρ τὰ αὑτοῦ κακῶς ᾄδοντας τούτους καταλαβὼν αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών, "ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα." ἤχθετο οὖν δὴ τοῖς μὴ καθ' ὥραν τὰ μαθήματα ἀνειληφόσι. φυσικῶς δέ πως ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ Φήμ' ἐγώ, καί, Οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα, εἰπὼν τοὔνομα˙ ὃ καὶ πολλοὶ τῶν μαθητῶν ἐζήλουν 〈ὡς〉 καὶ τὴν ῥητορείαν καὶ πᾶν τὸ σχῆμα. [36] Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ' ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι τὸ Φιλοξένῳ [28315] πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν˙ ἐκεῖνος γὰρ τὰ αὑτοῦ κακῶς ᾄδοντας τούτους καταλαβὼν αὐτὸς τὰς πλίνθους [2841] αὐτῶν συνεπάτησεν, εἰπών, " Ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, κἀγὼ τὰ ὑμέτερα." Ἤχθετο οὖν δὴ τοῖς μὴ καθ' ὥραν τὰ μαθήματα ἀνειληφόσι. Φυσικῶς δέ πως ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ Φήμ' ἐγώ, καί, Οὐ συγκαταθήσεται [2845] τούτοις ὁ δεῖνα, εἰπὼν τοὔνομα˙ ὃ καὶ πολλοὶ τῶν μαθητῶν ἐζήλουν καὶ τὴν ῥητορείαν καὶ πᾶν τὸ σχῆμα.