I G 59

I G 59 IOANN. CHRYSOST. in Epist. I ad Cor. homil. IV 4:
"ἀλλὰ καὶ παρ' αὐτοῖς", φησὶ, "πολλοὶ θανάτου καταφρονοῦντες γεγόνασι." τίνες, εἰπέ μοι; ἆρα ὁ τὸ κώνειον πιών; ἀλλ' εἰ βούλει, τοιούτους μυρίους ἀπὸ τῆς Ἐκκλησίας παράσχωμαι. εἰ γὰρ ἐνῆν, διωγμοῦ καταλαβόντος, κώνειον πιόντας ἀπελθεῖν, πάντες ἂν ἐκείνου λαμπρότεροι γεγόνασι. ἄλλως δὲ ἐκεῖνος οὐχὶ κύριος ὢν τοῦ μὴ πιεῖν ἢ πιεῖν, ἔπιεν˙ ἀλλὰ καὶ ἄκοντα καὶ ἑκόντα ἔδει τοῦτο παθεῖν, ὅπερ οὐκ ἦν ἀνδρείας, ἀλλὰ ἀνάγκης λοιπόν. [.....] οὐ τοίνυν τοῦτο θαυμαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ μηκέτι κύριος ὢν τοῦ μὴ πιεῖν, καὶ πρὸς ἔσχατον γῆρας ἐληλακώς˙ καὶ γὰρ ἔλεγεν ἐτῶν ἑβδομήκοντα εἶναι, ὅτε κατεφρόνησε ζωῆς, εἴ γε καὶ τοῦτο καταφρονῆσαί ἐστιν. cf. ibid. IV 5: καὶ ὁ μέγας δὲ Σωκράτης καὶ πάντων τῶν παρ'αὐτοῖς φιλοσοφίᾳ κρατῶν διὰ τοῦτο τὸ κώνεινον ἔπιεν, ἐπειδὴ, ἐν τοῖς περὶ θεῶν λόγοις μικρόν τι παρακινεῖν ὑπωπτεύετο.