[36] Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, "ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις." τοῦ δ' εἰπόντος (E. Med. 410),

ἄνω ποταμῶν χωροῦσι παγαί,

"εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν," 〈ἔφη,〉 "αὐτῷ ἐπείθου, ἀλλ' εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί;" ἤθελέ τις παρ' αὐτῷ φιλοσοφεῖν˙ ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. ὡς δ' ὑπ' αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει, "τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε." Διοκλῆς δ' οὕτως ἀναγράφει. εἰπόντος τινὸς αὐτῷ, "ἐπίταττε ἡμῖν, Διόγενες," ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν˙ ἀρνησαμένου δέ, "τὴν σήν," ἔφη, "καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε."

[36] Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, "ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις." τοῦ δ' εἰπόντος, (E. Med. 410)

ἄνω ποταμῶν χωροῦσι παγαί,

"εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν," ἔφη, "αὐτῷ ἐπείθου, ἀλλ' εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί;" ἤθελέ τις παρ' αὐτῷ φιλοσοφεῖν˙ ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. ὡς δ' ὑπ' αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει, "τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε." Διοκλῆς δ' οὕτως ἀναγράφει. εἰπόντος τινὸς αὐτῷ, "ἐπίταττε ἡμῖν, Διόγενες," ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν˙ ἀρνησαμένου δέ, "τὴν σήν," ἔφη, "καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε."

[36] Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί˙ " Ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις." Τοῦ δ' εἰπόντος (E. Med. 410),

[3971] Ἄνω ποταμῶν χωροῦσι παγαί,

"Εἰ δὲ ἰατρὸν ἐπρίω" εἶπε, "νοσῶν, οὐκ ἄν αὐτῷ ἐπείθου, ἀλλ' εἶπες ἂν ὡς Ἄνω ποταμῶν χωροῦσι παγαί;" Ἤθελέ τις παρ' αὐτῷ φιλοσοφεῖν˙ ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν [3975] ἀκολουθεῖν. Ὡς δ' ὑπ' αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει˙ "Τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε." Διοκλῆς δ' οὕτως ἀναγράφει. Εἰπόντος τινὸς αὐτῷ˙ " Ἐπίταττε ἡμῖν, Διόγενες," ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν˙ [39710] ἀρνησαμένου δέ, "Τὴν σήν," ἔφη, "καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε."