VI A 60

VI A 60 LUCIAN. [= fr. 17] imag. 17:
μετὰ δὲ ταύτην [scil. τὴν παιδείαν] ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ˙ γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετ' ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατος αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος εἰς τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ˙ πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ ἐγέγραπτο, αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστι.