I G 60

I G 60 IOANN. CHRYSOST. in Epist. I ad Cor. homil. XXVI 8:
λέγεται γοῦν τις καὶ τῶν ἔξωθεν φιλοσόφων μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, ὥστε γυμνάσιον καὶ παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας˙ "ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος," φησὶν, "ἐν ταύτῃ καθ' ἑκάστην παιδευόμενος τὴν ἡμέραν."