IV A 61

IV A 61 LUCIAN. bis. accus. 23:
ΔΙΚ. -. . . σὺ δὲ ἄλλους κάλει.
ΕΡΜ. - Περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω.
ΑΡΕΤΗ- Προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν λέγειν˙ ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα.
ΤΡΥΦΗ- Οὐ μὲν οὖν, ἀλλ' ἐμὲ τὴν Τρυφήν˙ ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.
ΔΙΚ.- Μὴ φιλονεικεῖτε˙ ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστ' ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου˙ παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι. ὥστ' ἐὰν μὲν ἡ Ἡδονὴ κρατήσῃ, καὶ τὸν Ἀρίστιππον ἕξει ἡ Τρυφή˙ νικώσης δὲ αὖ τῆς Στοᾶς, καὶ οὗτος ἔσται τῆς Ἀρετῆς κεκριμένος.