HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,61
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,61.rdf
I C 61
I C 61 AELIAN. var. hist IX 29:
ἑορτῆς οὔσης παρὰ τοῖς Ἀθηναίοις ἐφιλοτιμήσατο 〈ὁ〉 Ἀλκιβιάδης δῶρα πολλὰ πέμψαι τῷ Σωκράτει. τῆς οὖν Ξανθίππης καταπλαγείσης καὶ τὸν Σωκράτην λαβεῖν αὐτὰ ἀξιούσης, ὃ δὲ ἔφη. "ἀλλὰ καὶ ἡμεῖς τῇ φιλοτιμίᾳ τῇ τοῦ Ἀλκιβιάδου παραταξώμεθα, μὴ λαβεῖν τὰ πεμφθέντα ἀντιφιλοτιμησάμενοι." [ = STOB. III 17,16].