V H 62

V H 62 SCHOL. in Hom. Il. Α 591:
ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος ὡς τερατώδε τὴν Κράτητος τοῦ Θηβαίου φιλοσοφίαν, ὅτι Ζεὺς ἀναμέτρησιν τοῦ παντὸς γενέσθαι ἐσπουδακῶς δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ Ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ' ἀπ' ἀνατολῶν εἰς δύσιν μεθεὶς φέρεσθαι. διὰ τοῦτ' ἀμφότεροι καὶ συνεχρόνισαν˙ ἅμα γὰρ ἡελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ.