IV A 62

IV A 62 LUCIAN. mort. dialog. 20, 5:
ΣΩΚ.- Τί τὰ ἐν Ἀθήναις;
ΜΕΝ. - Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
[ΣΩΚ.- Μάλα πολλοὺς ἑώρακα.
ΜΕΝ.]- Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.