IV A 63

IV A 63 DIOG. LAERT. II 76:
πρὸς Χαρώνδαν εἰπόντα, οἱ δὲ πρὸς Φαίδωνα, "τίς ὁ μεμυρισμένος;" "ἐγώ," φησίν [scil. Aristippus], "ὁ κακοδαίμων, κἀμοῦ κακοδαιμονέστερος ὁ Περσῶν βασιλεύς˙ ἀλλ' ὅρα μὴ ὡς οὐδὲν τῶν ἄλλων ζῴων παρὰ τοῦτό τι ἐλαττοῦται, οὕτως οὐδ' ἄνθρωπος. κακοὶ κακῶς δ' ἀπόλοιντο οἱ κίναιδοι, οἵτινες καλὸν ἡμῖν ἄλειμμα διαβάλλουσιν."