IV A 64

IV A 64 CLEM. ALEX. paedag. II, VIII 68, 4- 69, 1:
διαφέρει δὲ ὅλως τὸ μυραλοιφεῖν τοῦ μύρῳ χρίεσθαι˙ τὸ μὲν γὰρ θηλυδριῶδες, τὸ δὲ χρίεσθαι τῷ μύρῳ καὶ λυσιτελεῖ ἔσθ' ὅτε. Ἀρίστιππος γοῦν ὁ φιλόσοφος χρισάμενος μύρῳ κακοὺς κακῶς ἀπολωλέναι χρῆναι τοὺς κιναίδους ἔφασκεν τοῦ μύρου τὴν ὠφέλειαν εἰς λοιδορίαν διαβεβληκότας. [ = ARSEN. p. 112, 3-5].