IV A 66

IV A 66 CLEM. ALEX. paedag. II, VIII 64,1:
οἶδα καὶ τὰ Ἀριστίππου τοῦ Κυρηναίου. ἁβροδίαιτος ἦν ὁ Ἀρίστιππος˙ σοφιστικὸν οὗτος ἐρωτᾷ τινα τοιοῦτον λόγον˙ ἵππος μύρῳ χριόμενος εἰς τὴν ἵππου ἀρετὴν οὐ βλάπτεται οὐδὲ κύων μυρισθεὶς εἰς τὴν κυνὸς ἀρετήν˙ οὐδὲ ἄνθρωπος ἄρα, ἐπήγαγεν καὶ συνήγαγεν.