V B 71

V B 71 SUID. s.v. Διογένης (n. 1143):
γηραιὸς δὲ ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶς ἐν Κορίνθῳ Ξενιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενος λυθῆναι ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων.
SUID. s.v. Διογένης (n. 1144):
πλέων δὲ ὑπὸ καταποντιστῶν ληφθεὶς ἐπράθη. κηρυττόμενος δὲ καὶ ἐρωτώμενος, τί εἰδείη, "ἄρχειν ἀνθρώπων," ἔφη. καὶ θεασάμενος Κορίνθιον πλούσιον ἄσωτον, "τούτῳ με", ἔφη, "πώλησον˙ δεσπότου γὰρ δεῖται." ὁ δὲ ὠνεῖται καὶ εἰς Κόρινθον ἄγει καὶ τῶν παίδων ἀποδείκνυσι παιδαγωγόν. ἔλεγε δὲ δαίμονα ἀγαθὸν εἰς τὴν οἰκίαν εἰσεληλυθέναι.