IV A 71

IV A 71 ATHEN. XII 510 A:
ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς,
κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων [fr. 239 C.A.F. II p. 384], ἑταῖρε Τιμόκρατες˙
κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,
πάρεισιν ὀκτωκαίδεκ' ἄλλοι καὶ δέκα
ἅρματα συνωρίδες 〈τε〉 πεντεκαίδεκα˙
τούτοις δὲ δεῖ σε τἀπιτήδει' ἐμβαλεῖν,
ὥστ' ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.