I C 71

I C 71 AELIAN. var. hist. IX 29:
τῆς νυκτὸς ἤδη προηκούσης ἐπάνεισί ποτε ἀπὸ δείπνου Σωκράτης. νεανίσκοι γοῦν ἀκόλαστοι προμαθόντες ἐνελόχησαν ἐπανιόντα, δᾷδας ἔχοντες ἡμμένας καὶ Ἐριννύων πρόσωπα. ἔθος δὲ ἦν αὐτοῖς καὶ ἄλλοις προσπαίζειν διὰ τὴν σχολὴν τὴν ἐπὶ τὰ χείρω. οὓς ἰδὼν ὁ Σωκράτης οὐ διεταράχθη, ἀλλ' ἐπιστὰς ἠρώτα οἷα καὶ τοὺς ἄλλους ἢ ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημίᾳ.