V B 72

V B 72 PLUTARCH. de tranq. anim. 4 p. 466 E:
Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος˙ ἀναστῆναι δ' οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν "εἰ δ' ἰχθῦν ἐπίπρασκες;"
PLUTARCH. an vitios. ad infel. suffic. 3 p. 499 B:
[Τύχης verba cum Κακίᾳ loquentis] δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε˙ "τίς ὠνήσασθαι βούλεται <δεσπότην>;"