V H 72

V H 72 PLUTARCH. de tuenda san. praec. 7 p. 125 F [= fr. 6]:
ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει
"μὴ πρὸ φακῆς λοπάδ' αὔξων
εἰς στάσιν ἄμμε βάλῃς".
αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω "μὴ πρὸ φακῆς λοπάδ' αὔξων" αἰεὶ μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας.
ATHEN. IV 158 B:
καὶ Κράτης δ' ὁ Θηβαῖος ἔλεγεν "μὴ πρὸ - βακῆς."