I C 72

I C 72 AELIAN. var. hist. XIII 32:
φησὶ Ξενοφῶν ὅτι Θεοδότῃ τῇ ἑταίρᾳ ἐς λόγους ἀφίκετο Σωκράτης, καλλίστῃ γυναικὶ οὔσῃ. ἀλλὰ καὶ τῇ Καλλιστοῖ ἦλθεν εἰς λόγους, ἣ ἔλεγεν˙ "ἐγὼ μέν, ὦ Σωφρονίσκου, κρείττων εἰμί σου˙ σὺ μὲν γὰρ οὐδένα τῶν ἐμῶν δύνῃ ἀποσπάσαι, ἐγὼ δέ, ἐὰν βούλωμαι, τοὺς σοὺς πάντας." ὃ δὲ˙ "καὶ μάλα γε εἰκότως˙ σὺ μὲν γὰρ ἐπὶ τὴν κατάντη αὐτοὺς πάντας ἄγεις, ἐγὼ δ' ἐπὶ τὴν ἀρετὴν ἥκειν βιάζομαι˙ ὀρθία δὲ ἡ ἄνοδός ἐστι καὶ ἀήθης τοῖς πολλοῖς."