[36] Καὶ ταῦτα μέν φησιν ὁ Ἀλέξανδρος (FGrH 273 F 93) ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι, καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης (195 Rose).
Τὴν δὲ σεμνοπρέπειαν τοῦ Πυθαγόρου καὶ Τίμων ἐν τοῖς Σίλλοις δάκνων αὐτὸν ὅμως οὐ παρέλιπεν, εἰπὼν οὕτως˙ (Diels 57)

Πυθαγόρην τε γόητας ἀποκλίνοντ' ἐπὶ δόξας
θήρῃ ἐπ' ἀνθρώπων, σεμνηγορίης ὀαριστήν.

περὶ δὲ τοῦ ἄλλοτ' ἄλλον αὐτὸν γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή (DK 21 B 7),

νῦν αὖτ' ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.

ὃ δὲ περὶ αὐτοῦ φησιν οὕτως ἔχει˙ (A. Pal. VII. 120)

αί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος˙
"παῦσαι μηδὲ ῥάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων."

[36] Καὶ ταῦτα μέν φησιν ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι, καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης.
Τὴν δὲ σεμνοπρέπειαν τοῦ Πυθαγόρου καὶ Τίμων ἐν τοῖς Σίλλοις δάκνων αὐτὸν ὅμως οὐ παρέλιπεν, εἰπὼν οὕτως˙

Πυθαγόρην τε γόητας ἀποκλίνοντ' ἐπὶ δόξας
θήρῃ ἐπ' ἀνθρώπων, σεμνηγορίης ὀαριστήν.

περὶ δὲ τοῦ ἄλλοτ' ἄλλον αὐτὸν γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή,

νῦν αὖτ' ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.

ὃ δὲ περὶ αὐτοῦ φησιν οὕτως ἔχει˙

καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος˙
"παῦσαι μηδὲ ῥάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων."

[36] [59316] Καὶ ταῦτα μέν φησιν ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι, καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης.
Τὴν δὲ σεμνοπρέπειαν τοῦ Πυθαγόρου καὶ Τίμων ἐν
[59320] τοῖς Σίλλοις δάκνων αὐτὸν ὅμως οὐ παρέλιπεν, εἰπὼν οὕτως˙

[5941] Πυθαγόρην τε γόητας ἀποκλίνοντ' ἐπὶ δόξας
θήρῃ ἐπ' ἀνθρώπων, σεμνηγορίης ὀαριστήν.

Περὶ δὲ τοῦ ἄλλοτε ἄλλον αὐτὸν γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή ˙

[5945] Νῦν αὖτ' ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.

Ὅ δὲ περὶ αὐτοῦ φησιν οὕτως ἔχει˙

Καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶ γ' ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος˙
"Παῦσαι μηδὲ ῥάπιζ', ἐπειὴ φίλου ἀνέρος ἐστὶ
[59410] ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων."