IV A 74

IV A 74 PLUTARCH. de tranqu. anim. 8 p. 469 C:
καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ δυσχερῆ καὶ μοχθηρὰ τρέχουσιν. ὁ δ' Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλ' ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν˙ χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν˙ "οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται;" συνομολογήσαντος δ' ἐκείνου, "τί οὖν" εἶπεν "οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα;"