I C 74

SIMPL. comm. in Epictet. enchir. 46 p. 131:
ἐπειδὴ δὲ ἔξω νεύσασα ἡ ψυχὴ ἀπὸ τῶν ἀγαθῶν παραδειγμάτων ὠφελεῖται, τὸν Σωκράτην παράγει, καίτοι τελέως ὄντα φιλόσοφον, ὡς καὶ ὑπὸ τοῦ θεοῦ πάντων ἀνδρῶν σοφώτατος ἀποφανθῆναι τοσοῦτον ἀφελόντα τῆς ἑαυτοῦ ζωῆς τὸ ἐπιδεικτικὸν, ὥστε, τινῶν ἀνοήτων αὐτοῦ μὲν καταφρονούντων, δι' αὐτοῦ δὲ βουλομένων ἄλλοις συστῆναι πρὸς παίδευσιν, ἀπάγειν αὐτοὺς, καὶ συνιστάνειν σοφισταῖς˙ ὥσπερ Ἱπποκράτη τὸν Ἀπολλοδώρου, δεηθέντα αὐτοῦ, τῷ Πρωταγόρᾳ συνέστησε. καὶ ἐν Θεαιτήτῳ δὲ αὐτὸς λέγει, ὅτι, "πολλοὺς μὲν ἤδη ἐξέδωκα Προδίκῳ, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θείοις ἀνδράσι."