V B 74

V B 74 PHILO quod omn. prob. lib. sit 121-124:
ὁ γοῦν κυνικὸς φιλόσοφος Διογένης ὕψει καὶ μεγέθει τοσούτῳ φρονήματος ἐχρήσατο, ὥσθ' ἁλοὺς ὑπὸ λῃστῶν, ἐπεὶ γλίσχρως καὶ μόλις τὰς ἀναγκαίας αὐτῷ παρεῖχον τροφάς, οὔθ' ὑπὸ τῆς παρούσης τύχης γναμφθεὶς οὔτε τὴν ὠμότητα τῶν ὑπηγμένων δείσας, "ἀτοπώτατον οὖν" ἔφη "γίνεται, δελφάκια μὲν ἢ προβάτια, ὁπότε μέλλοι πιπράσκεσθαι, τροφαῖς ἐπιμελεστέραις πιαίνειν εἰς εὐσαρκίαν, ζῴων δὲ τὸ ἄριστον, ἄνθρωπον, ἀσιτίαις κατασκελετευθέντα καὶ συνεχέσιν ἐνδείαις ἐπευωνίζεσθαι." (122) λαβὼν δὲ τροφὰς διαρκεῖς, ἐπειδὴ μεθ' ἑτέρων αἰχμαλώτων ἔμελλεν ἀπεμπολεῖσθαι, καθίσας πρότερον ἠρίστα μάλ' εὐθαρσῶς, ἐπιδιδοὺς καὶ τοῖς πλησίον. ἑνὸς δὲ οὐχ ὑπομένοντος, ἀλλὰ καὶ σφόδρα κατηφοῦντος, "οὐ παύσῃ τῆς συννοίας; χρῶ τοῖς παροῦσιν" ἔφη [HOM. Il. Ω 602-4
"καὶ γάρ τ' ἠύκομος Νιόβη ἐμνήσατο σίτου,
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο,
ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες."
(123) εἶτ' ἐπινεανιευόμενος πρὸς τὸν πυθόμενον τῶν ὠνητικῶς ἐχόντων "τί οἶδας;" "ἄρχειν" εἶπεν "ἀνθρώπων," ἔνδοθεν, ὡς ἔοικε, τῆς ψυχῆς τὸ ἐλεύθερον καὶ εὐγενὲς καὶ φύσει βασιλικὸν ὑπηχούσης. ἤδη δὲ καὶ πρὸς χαριεντισμὸν ὑπὸ τῆς συνήθους ἐκεχειρίας, ἐφ' ᾗ οἱ ἄλλοι συννοίας γέμοντες κατήφουν, ἐτράπετο. (124) λέγεται γοῦν, ὅτι θεασάμενός τινα τῶν ὠνουμένων, ὃν θήλεια νόσος εἶχεν, ἐκ τῆς ὄψεως οὐκ ἄρρενα προσελθὼν ἔφη˙ "σύ με πρίω˙ σὺ γὰρ ἀνδρὸς χρείαν ἔχειν μοι δοκεῖς," ὡς τὸν μὲν δυσωπηθέντα ἐφ' οἷς ἑαυτῷ συνῄδει καταδῦναι, τοὺς δὲ ἄλλους τὸ σὺν εὐτολμίᾳ εὐθυβόλον ἐκπλήττεσθαι. ἆρά γε τῷ τοιούτῳ δουλείαν, ἀλλ' οὐ μόνον ἐλευθερίαν δίχα ἀνυπευθύνου ἡγεμονίας ἐπιφημιστέον;
CLEM. ALEX. paedag. III, III 16, 1:
ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ Διογένης ὁπηνίκα ἐπιπράσκετο, ἀνδρείως σφόδρα "ἧκε" εἶπεν, "μειράκιον, ἄνδρα ὤνησαι σαυτῷ." ἀμφιβόλῳ λόγῳ τὸ πορνικὸν ἐκείνου σωφρονίζων. [= ARSEN. p. 197, 29-198, 3].