[36] στρέψαντος δὲ Ἀντισθένους τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τοὐμφανές, "ὁρῶ σου," ἔφη, "διὰ τοῦ τρίβωνος τὴν κενοδοξίαν." πρὸς τὸν εἰπόντα, "οὐ σοὶ λοιδορεῖται ὁ δεῖνα;", "οὐχί," ἔφη˙ "ἐμοὶ γὰρ οὐ πρόσεστι ταῦτα." ἔλεγε δὲ τοῖς κωμικοῖς δεῖν ἐπίτηδες ἑαυτὸν διδόναι˙ εἰ μὲν γάρ τι τῶν προσόντων λέξειαν, διορθώσονται˙ εἰ δ' οὔ, οὐδὲν πρὸς ἡμᾶς. πρὸς Ξανθίππην πρότερον μὲν λοιδοροῦσαν, ὕστερον δὲ καὶ περιχέασαν αὐτῷ, "οὐκ ἔλεγον," εἶπεν, "ὅτι Ξανθίππη βροντῶσα καὶ ὕδωρ ποιήσει;" πρὸς Ἀλκιβιάδην εἰπόντα ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα, "ἀλλ' ἔγωγ'," ἔφη, "συνείθισμαι, καθαπερεὶ καὶ τροχιλίας ἀκούων συνεχές. [36] στρέψαντος δὲ Ἀντισθένους τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τοὐμφανές, "ὁρῶ σου," ἔφη, "διὰ τοῦ τρίβωνος τὴν κενοδοξίαν." πρὸς τὸν εἰπόντα, "οὐ σοὶ λοιδορεῖται ὁ δεῖνα;", "οὐχί," ἔφη˙ "ἐμοὶ γὰρ οὐ πρόσεστι ταῦτα." ἔλεγε δὲ τοῖς κωμικοῖς δεῖν ἐπίτηδες ἑαυτὸν διδόναι˙ εἰ μὲν γάρ τι τῶν προσόντων λέξειαν, διορθώσονται˙ εἰ δ' οὔ, οὐδὲν πρὸς ἡμᾶς. πρὸς Ξανθίππην πρότερον μὲν λοιδοροῦσαν, ὕστερον δὲ καὶ περιχέασαν αὐτῷ, "οὐκ ἔλεγον," εἶπεν, "ὅτι Ξανθίππη βροντῶσα καὶ ὕδωρ ποιήσει;" πρὸς Ἀλκιβιάδην εἰπόντα ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα, "ἀλλ' ἔγωγ'," ἔφη, "συνείθισμαι, καθαπερεὶ καὶ τροχιλίας ἀκούων συνεχές. [36] Στρέψαντος δὲ Ἀντισθένους τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τοὐμφανές, " Ὁρῶ σου," ἔφη, "διὰ τοῦ τρίβωνος τὴν κενοδοξίαν." [1175] Πρὸς τὸν εἰπόντα, "Οὐ σοὶ λοιδορεῖται ὁ δεῖνα;", "Οὐχί," ἔφη˙ "ἐμοὶ γὰρ οὐ πρόσεστι ταῦτα." Ἔλεγε δὲ τοῖς κωμικοῖς δεῖν ἐπίτηδες ἑαυτὸν διδόναι˙ εἰ μὲν γάρ τι τῶν προσόντων λέξειαν, διορθώσονται˙ εἰ δ' οὔ, οὐδὲν πρὸς ἡμᾶς. Πρὸς Ξανθίππην πρότερον μὲν λοιδοροῦσαν, ὕστερον [11710] δὲ καὶ 〈ὕδωρ〉 περιχέασαν αὐτῷ, "Οὐκ ἔλεγον," εἶπεν, "ὅτι Ξανθίππη βροντῶσα καὶ ὕδωρ ποιήσει;" Πρὸς Ἀλκιβιάδην εἰπόντα ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα, "ἀλλ' ἔγωγ'," ἔφη, "συνείθισμαι, καθαπερεὶ καὶ τροχιλέας ἀκούων συνεχές.