I C 75

I C 75 AEL. ARISTID. de quatt. 310-11 [ = orat. XLVI, II pp. 278-9 D.]:
εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι, ἐπεὶ δὲ καὶ θεὸς ταῦτ' ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δὲ ἄν τις συνίοι τὸ λοιπόν. ὁ δ' οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. (311) ἢ πρὸς τῶν θεῶν [6] αὐτῶν, ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν, εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς, καὶ τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους, ὧν δ' οἱ Ἕλληνες ἅπαντες μάρτυρες καὶ ἃ τῶν πώποτε κοινότατα ἐφθέγξατο ἡ Πυθία καὶ οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησεν, ταῦτα δὲ οὐδαμοῦ θήσομεν εἰς λόγον, οὐδὲ τῇ Θεμιστοκλέους σοφίᾳ μέγιστα εἶναι μαρτύρια συγχωρησόμεθα; ὅπου γὰρ ταὐτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ περὶ σωτηρίας τῶν ὅλων, τί χρὴ λέγειν ἄλλο; cf. AEL. ARISTID. de rhet. I 81 [ = orat. XLV, II p. 25 D.] [ = I C 458].