I C 76

I C 76 THEMIST. orat. II p. 27 B-C:
ἐπεὶ καὶ Σωκράτης ὁ Σωφρονίσκου τοῦ μὲν δήμου τὰς ὀργὰς καὶ τοὺς ἐπαίνους ἐν λόγῳ οὐδέποτε ἐποιήσατο, ἐκυδροῦτο δὲ καὶ ἐπεποίθει τῇ τοῦ θεοῦ μαρτυρίᾳ, δι' ἧς ἀνεῖπεν αὐτὸν σοφίᾳ νικᾶν τοὺς τότε ἀνθρώπους, καὶ ᾤετο δεῖν ἐκτιννύναι τὰ χαριστήρια τῷ [5] Ἀπόλλωνι τῆς μαντείας καὶ Χαιρεφῶντι τῆς ἐρωτήσεως˙ καὶ ἔστι Σωκράτει [6] προοίμιον πεποιημένον ἐν τόνῳ ἑξαμέτρῳ πρὸς τὸν θεόν.