VI A 77

VI A 77 STOB. [= fr. 34] II 31, 23:
Αἰσχίνου Σωκρατικοῦ˙ οὗτός ἐστι Μιλτιάδης ὁ Στησαγόρου, ὃς παῖς μὲν ὢν ἤσκει Ὀλύμπια καὶ κρείττων ἦν τοὺς πόνους πονῶν ἢ παιδοτρίβης ἐπιτάττων˙ ἐκεῖ δὲ μείζους παῖδας αὑτοῦ καὶ πρεσβυτέρους κατεμαχέσατο καὶ ἀγωνιζόμενος ὑπὲρ τοῦ στεφάνου ἄκων ὑπὸ τοῦ παιδοτρίβου ἐξήχθη˙ ἔτι δὲ ἐπίτροποι αὐτοῦ ἐγένοντο οὔτε τὰς αὐτὰς ἡλικίας ἔχοντες οὔτε τοὺς αὐτοὺς τρόπους˙ καὶ τούτων ἁπάντων ἦν κατήκοος. παιδαγωγὸς αὐτῷ ἠκολούθει οὐ πάνυ σπουδαῖος καὶ τούτῳ οὐδὲν πώποτε ἠναντιώθη. ταῦτα μὲν παιδὶ ὄντι αὐτῷ ἐπιτετήδευται˙ ἐπεὶ δὲ μειράκιον ἤρχετο γίγνεσθαι, σιωπᾶν καλὸν ἡγήσατο εἶναι˙ σεσιώπηται αὐτῷ μᾶλλον ἢ τοῖς χαλκοῖς ἀνδριᾶσι. τοῦ σώματος αὐτῷ καλὸν ἐδόκει εἶναι ἐπιμελεῖσθαι˙ ἐπιμεμέληται τούτου, ὥστ' ἔτι καὶ νῦν τῶν ἡλικιωτῶν ἄριστα ἔχει τὸ σῶμα.