V A 78

V A 78 XENOPH. symp. 3, 4:
ἐγὼ μὲν τοίνυν, ἔφη [scil. Callias] λέγω ὑμῖν ἐφ' ᾧ μέγιστον φρονῶ. ἀνθρώπους γὰρ οἶμαι ἱκανὸς εἶναι βελτίους ποιεῖν. καὶ ὁ Ἀντισθένης εἶπε˙ Πότερον τέχνην τινὰ βαναυσικὴν ἢ καλοκἀγαθίαν διδάσκων; Εἰ καλοκἀγαθία ἐστὶν ἡ δικαιοσύνη. Νὴ Δί', ἔφη ὁ Ἀντισθένης, ἥ γε ἀναμφιλογωτάτη˙ ἐπεί τοι ἀνδρεία μὲν καὶ σοφία ἔστιν ὅτε βλαβερὰ καὶ φίλοις καὶ πόλει δοκεῖ εἶναι, ἡ δὲ δικαιοσύνη οὐδὲ καθ' ἓν συμμίγνυται τῇ ἀδικίᾳ.
XIII. - ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ ΚΑΙ ΔΟΥΛΕΙΑΣ cf., infra, adnot. 25 (Vol. IV).