VI A 78

VI A 78 PLUTARCH. [= fr. 35] de recta rat. aud. 4 p. 39 B-C:
πανταχοῦ μὲν οὖν τῷ νέῳ κόσμος ἀσφαλής ἐστιν ἡ σιωπή, μάλιστα δ' ὅταν ἀκούων ἑτέρου μὴ συνταράττηται μηδ' ἐξυλακτῇ πρὸς ἕκαστον, ἀλλὰ κἂν ὁ λόγος ᾖ μὴ λίαν ἀρεστός, ἀνέχηται καὶ περιμένῃ παύσασθαι τὸν διαλεγόμενον, καὶ παυσαμένον μὴ εὐθέως ἐπιβάλλῃ τὴν ἀντίρρησιν, ἀλλ' ὡς Αἰσχίνης φησί, διαλείπῃ χρόνον. εἴτε προσθεῖναί τι βούλοιτο τοῖς λελεγμένοις ὁ εἰρηκώς, εἴτε μεταθέσθαι καὶ ἀφελεῖν.
AEL. ARISTID. de quatt. 439 [ = orat. XLVI p. 324 D.]:
προσθῶμεν τοίνυν ὅτι καὶ Περικλέα μὲν οὐδεὶς τῶν ὁμιλητῶν, οὐδὲ τῶν ἐκ τοῦ δήμου τὴν γραφὴν ἐκείνην ἐγράψατο, ἀλλ' εἷς τῶν ἀντιστασιωτῶν, μᾶλλον δὲ οὐδὲ εἰδὼς εὖ καὶ καλῶς ἐκεῖνον ἄνθρωπος, Σωκράτει δὲ ὁ τῶν νέων ἀπέχεσθαι καὶ σιωπᾶν ἐπιτάξας οὐ τῶν σοφιστῶν ἦν οὐδεὶς οὐδὲ τῶν ἀντιτέχνων, ἀλλ' εἷς τῶν ὅτ' ἦν νέος φοιτώντων παρ' αὐτῷ. τοσοῦτον, ὡς ἔοικεν, ἀπώνατο τῆς συνουσίας αὐτοῦ. ταῦτ' οὖν ἡμεῖς ἐπὶ Σωκράτη οἴσομεν; ἀλλ' οὐχὶ δίκαια ποιήσομεν ἴσως.