V B 79

V B 79 IULIAN. orat. VII 8 p. 212 D-213 A:
οὐ μόνον δὲ ἐν τοῖς λόγοις ἦν Διογένης θεοσεβής, ἀλλὰ γὰρ καὶ ἐν τοῖς ἔργοις˙ ἑλόμενον γὰρ αὐτὸν οἰκεῖν τὰς Ἀθήνας ἐπειδὴ τὸ δαιμόνιον εἰς τὴν Κόρινθον ἀπήγαγεν, ἀφεθεὶς ὑπὸ τοῦ πριαμένου τὴν πόλιν οὐκέτ' ᾠήθη δεῖν ἐκλιπεῖν˙ (213) ἐπέπειστο γὰρ αὑτοῦ τοῖς θεοῖς μέλειν εἴς τε τὴν Κόρινθον οὐ μάτην, οὐδὲ κατά τινα συντυχίαν, τρόπον δέ τινα ὑπὸ τῶν θεῶν εἰσπεπέμφθαι, ὁρῶν τὴν πόλιν τρυφῶσαν τῶν Ἀθηναίων μᾶλλον καὶ δεομένην μείζονος καὶ γενναιοτέρου σωφρονιστοῦ.