IV A 79

IV A 79 DIOG. LAERT. II 77:
τοῦ δὲ θεράποντος ἐν ὁδῷ βαστάζοντος [2] ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς [3] Διατριβαῖς [ = T 8 A et F 40 A Kindstrand] "ἀπόχεε," ἔφη [scil. Aristippus], [4] "τὸ πλέον καὶ ὅσον δύνασαι βάσταζε." [= ARSEN. p. 116, 7-10] πλέων ποτὲ ἐπεὶ τὸ σκάφος ἔγνω πειρατικόν, λαβὼν τὸ χρυσίον ἠρίθμει˙ ἔπειτα εἰς θάλατταν ὡς μὴ θέλων παρακατέβαλε καὶ δῆθεν ἀνῴμωξεν. οἱ δὲ καὶ ἐπειπεῖν φασιν αὐτὸν ὡς ἄμεινον ταῦτα δι' Ἀρίστιππον ἢ διὰ ταῦτα [8] Ἀρίστιππον ἀπολέσθαι.
SUID. s.v. Ἀρίστιππος:
λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸς αὐτῷ φέροντος ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη [scil. Aristippus]. ἐπιβουλευόμενος δὲ ἐν πλῷ δι' ἃ ἐπήγετο, εἰς τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη ἀπώλεια ἐμὴ σωτηρία.