V B 80

V B 80 LUCIAN. vit. auct. 6-11:
ΖΕΥΣ . . . . . ἄλλον παράγωμεν,
(7) ΕΡΜΗΣ Βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
ΖΕΥΣ Πάνυ μὲν οὖν.
ΕΡΜΗΣ Οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον. βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον˙ τίς ὠνήσεται;
ΑΓΟΡΑΣΤΗΣ Ὁ κῆρυξ πῶς ἔφης σύ; πωλεῖς τὸν ἐλεύθερον;
ΕΡΜΗΣ Ἔγωγε.
ΑΓΟΡΑΣΤΗΣ Εἶτ' οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ ἢ καὶ προκαλέσηταί σε ἐς Ἄρειον πάγον;
ΕΡΜΗΣ Οὐδὲν αὐτῷ μέλει τῆς πράσεως˙ οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
ΑΓΟΡΑΣΤΗΣ Τί δ' ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ; πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
ΕΡΜΗΣ Οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρεῖν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν. ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
ΑΓΟΡΑΣΤΗΣ Ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται;
ΕΡΜΗΣ Αὐτὸν ἐρου˙ κάλλιον γὰρ οὕτω ποιεῖν.
ΑΓΟΡΑΣΤΗΣ Δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε. οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει;
ΕΡΜΗΣ Μὴ δέδιθι˙ τιθασὸς γάρ ἐστι.
(8) ΑΓΟΡΑΣΤΗΣ Τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ;
ΔΙΟΓΕΝΗΣ Παντοδαπός.
ΑΓΟΡΑΣΤΗΣ Πῶς λέγεις;
ΔΙΟΓΕΝΗΣ Τοῦ κόσμου πολίτην ὁρᾷς.
ΑΓΟΡΑΣΤΗΣ Ζηλοῖς δὲ δὴ τίνα;
ΔΙΟΓΕΝΗΣ Τὸν Ἡρακλέα.
ΑΓΟΡΑΣΤΗΣ Τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ.
ΔΙΟΓΕΝΗΣ Τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος.
ΑΓΟΡΑΣΤΗΣ Εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις;
ΔΙΟΓΕΝΗΣ Ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν˙ τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.
ΑΓΟΡΑΣΤΗΣ (9) Εὖ, ὦ προφῆτα˙ ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις;
ΔΙΟΓΕΝΗΣ Πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκάσω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς, γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον˙ ἡ πήρα δέ σοι θέρμων ἔστω μεστὴ καὶ ὀπισθογράφων βιβλίων, καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως. ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.
ΑΓΟΡΑΣΤΗΣ Πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον; οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι.
ΔΙΟΓΕΝΗΣ Τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας.
ΑΓΟΡΑΣΤΗΣ Τὸ ποῖον;
ΔΙΟΓΕΝΗΣ Ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶττα ἔσται ἀνάλγητος. (10) ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν˙ ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξ ἴσης καὶ βασιλεῦσι καὶ ἰδιώταις˙ οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται. βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια. αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξυσον τοῦ προσώπου παντελῶς. δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος˙ κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς. ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε. ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
ΑΓΟΡΑΣΤΗΣ (11) Ἄπαγε˙ μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις.
ΔΙΟΓΕΝΗΣ Ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν˙ οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλ' ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός˙ κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς.
ΑΓΟΡΑΣΤΗΣ Πρὸς ταῦτα μὲν οὐ δέομαί σου. ναύτης δ' ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύ' ὀβολῶν.
ΕΡΜΗΣ Ἔχε λαβών˙ καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.