V B 81

V B 81 AELIAN. var. hist. X 11:
ἤλγει τὸν ὦμον Διογένης ἢ τρωθεὶς, οἶμαι, ἢ ἐξ ἄλλης τινὸς αἰτίας. ἐπεὶ δὲ ἐδόκει σφόδρα ἀλγεῖν, τῶν τις [3] ἀχθομένων αὐτῷ κατεκερτόμει λέγων "τί οὖν οὐκ ἀποθνήσκεις, ὦ Διόγενες, καὶ σαυτὸν ἀπαλλάττεις κακῶν;" ὃ δὲ εἶπε. "τοὺς εἰδότας ἃ δεῖ πράττειν ἐν τῷ βίῳ καὶ ἃ δεῖ λέγειν, τούτους γε ζῆν προσήκει," ὧν καὶ αὐτὸς ὡμολόγει εἶναι. "σοὶ μὲν οὖν" ἔφη "οὐκ εἰδότι τά τε λεκτέα καὶ τὰ πρακτέα ἀποθανεῖν ἐν καλῷ ἐστιν˙ ἐμὲ δὲ τὸν ἐπιστήμονα ἐκείνων πρέπει ζῆν."