V A 81

V A 81 XENOPH. symp. 3, 8:
τί γὰρ σύ, εἶπεν, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Ἀντίσθενες; ἐπὶ πλούτῳ, ἔφη. ὁ μὲν δὴ Ἑρμογένης ἀνήρετο εἰ πολὺ εἴη αὐτῷ ἀργύριον. ὁ δὲ ἀπώμοσε μηδὲ ὀβολόν. ἀλλὰ γῆν πολλὴν κέκτησαι; ἴσως ἄν, ἔφη, Αὐτολύκῳ τούτῳ ἱκανὴ γένοιτο ἐγκονίσασθαι.
PLUTARCH. Maxime cum princ. philos. diss. 3 p. 778 B-C:
σπείρω δ' ἄρουραν δώδεχ' ἡμερῶν ὁδὸν
βερέκυντα χῶρον [AESCHYL. fr. 158, 1 N2 p. 52]
οὗτος, εἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἥδιον ἂν ἔσπειρε τὴν τοσούτους τρέφειν δυναμένην ἢ τὸ Ἀντισθένους ἐκεῖνο χωρίδιον, ὃ μόλις Αὐτολύκῳ παλαίειν ἂν ἤρκεσε˙ εἰ δέ σε ἠρόμην τὴν οἰκουμένην ἅπασαν ἐπιστρέφειν παραιτοῦμαι.