IV A 82

IV A 82 GNOM. VAT. 743 n. 39:
ὁ αὐτὸς [scil. Aristippus] οὐκ ὀλίγα χρήματα παρὰ Διονυσίου [καὶ] μετὰ τὸν ἀπόπλουν λαβὼν καὶ δι' αὐτὰ ἐπιβουλεύεσθαι μέλλων ὑπὸ τῶν ναυτῶν, μεταβὰς ἐκ τοῦ μέσου τῆς νηὸς παρ' ἕνα τοῖχον ἐκέλευσεν ἐκκενωθῆναι τὰ ἀγγεῖα ἐπὶ τῶν σανίδων ὡς ἀριθμεῖν τὸ ἀργύριον ἐσπουδακώς, περινεύσας δὲ ἐξέβαλεν αὐτὸ εἰς τὸν βυθόν˙ τῶν δὲ ναυτῶν ἐπὶ τούτῳ δυσφορησάντων εἶπε˙ "λυσιτελεῖ δι' ἐμὲ τὸ ἀργύριον ἀπολἑσθαι ἢ ἐμὲ δι' αὐτό."