V A 83

V A 83 XENOPH. symp. 4, 2-5:
καὶ ὁ Ἀντισθένης ἐπαναστὰς μάλα ἐλεγκτικῶς αὐτὸν ἐπήρετο˙ οἱ δὲ ἄνθρωποι, ὦ Καλλία, πότερον ἐν ταῖς ψυχαῖς ἢ ἐν τῷ βαλαντίῳ τὸ δίκαιόν σοι δοκοῦσιν ἔχειν; ἐν ταῖς ψυχαῖς, ἔφη. κἄπειτα σὺ εἰς τὸ βαλάντιον διδοὺς ἀργύριον τὰς ψυχὰς δικαιοτέρους ποιεῖς; μάλιστα. πῶς; ὅτι διὰ τὸ εἰδέναι ὡς ἔστιν ὅτου πριάμενοι τὰ ἐπιτήδεια ἕξουσιν οὐκ ἐθέλουσι κακουργοῦντες κινδυνεύειν. (3) ἦ καί σοι, ἔφη, ἀποδιδόασιν ὅ τι ἂν λάβωσι; μὰ τὸν Δί', ἔφη, οὐ μὲν δή. τί δέ, ἀντὶ τοῦ ἀργυρίου χάριτας; οὐ μὰ τὸν Δί', ἔφη, οὐδὲ τοῦτο, ἀλλ' ἔνιοι καὶ ἐχθιόνως ἔχουσιν ἢ πρὶν λαβεῖν. θαυμαστά γ', ἔφη ὁ Ἀντισθένης ἅμα εἰσβλέπων ὡς ἐλέγχων αὐτόν, εἰ πρὸς μὲν τοὺς ἄλλους δύνασαι δικαίους [ἂν] ποιεῖν αὐτούς, πρὸς δὲ σαυτὸν οὔ. (4) καὶ τί τοῦτ', ἔφη ὁ Καλλίας, θαυμαστόν; οὐ καὶ τέκτονάς τε καὶ οἰκοδόμους πολλοὺς ὁρᾷς οἳ ἄλλοις μὲν πολλοῖς ποιοῦσιν οἰκίας, ἑαυτοῖς δὲ οὐ δύνανται ποιῆσαι, [14] ἀλλ' ἐν μισθωταῖς οἰκοῦσι; καὶ ἀνάσχου μέντοι, ὦ σοφιστά, ἐλεγχόμενος. (5) νὴ Δί', ἔφη ὁ Σωκράτης, ἀνεχέσθω μέντοι˙ ἐπεὶ καὶ οἱ μάντεις λέγονται δήπου ἄλλοις μὲν προαγορεύειν τὸ μέλλον, ἑαυτοῖς δὲ μὴ προορᾶν τὸ ἐπιόν. οὗτος μὲν δὴ ὁ λόγος ἐνταῦθα ἔληξεν.
HIERONYM. epist. LXVI 8, 3:
et tamen non est satis perfecto et consummato viro opes contemnere, pecuniam dissipare et proicere, quod in momento et perdi et inveniri potest. fecit hoc Crates Thebanus, fecit Antisthenes, fecerunt plurimi, quos vitiosissimos legimus. cf. epist. LXXI 3; LACTANT. divin. instit. III 23,5 [ = IV A 83].