V B 88

V B 88 PLUTARCH. consol. ad Apollon. 12 p. 107 E:
πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, "οὐδέν," ἔφη˙ "ὁ γὰρ ἀδελφὸς τὸν ἀδελφὸν προλαμβάνει," ὁ ὕπνος τὸν θάνατον.