VI A 89

VI A 89 DEMETR. [= fr. 46] de elocut. 291:
πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν † οἶς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους [εἰ καὶ ὁ ψόγους εἶναι θέλοι τις]˙ παράδειγμα τὸ τοῦ Αἰσχίνου τὸ ἐπὶ τοῦ Τηλαύγους˙ πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαύγη διήγησις ἀπορίαν παράσχοι ἄν, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.