I C 89

I C 89 OLYMPIOD. vit. Plat. p. 2, 34-47:
ἐποίησε [scil. Plato] δὲ καὶ τραγικὰ ποιήματα καὶ διθυραμβικὰ καὶ ἄλλα τινά, ἅπερ πάντα κατέκαυσε τῆς Σωκράτους πειραθεὶς διατριβῆς, εἰπών τι τοιοῦτον ἔπος˙
Ἥφαιστε, πρόμολ' ὧδε, Πλάτων νύ τι σεῖο χατίζει.
[.....] φασὶ δ' ὅτι, ἡνίκα ὁ Σωκράτης ἤμελλεν δέχεσθαι, ὄναρ εἶδεν, ὅτι κύκνος ἄπτερος ἐν τοῖς γόνασιν αὐτοῦ καθῆστο καὶ παραχρῆμα πτεροφυήσας ἀνέπτη εἰς τὸν ἀέρα καὶ ἔκλαγξέ τι λιγυρόν, ὡς πάντας θέλξαι τοὺς ἀκούοντας˙ τοῦτο δὲ ἐδήλου τὴν μέλλουσαν δόξαν τοῦ ἀνδρός. cf. ANONYM. vit. Plat. p. 5, 28-34.