I C 90

I C 90 DIOG. LAERT. III 35:
φασὶ δὲ καὶ Σωκράτην δὲ ἀκούσαντα τὸν Λύσιν ἀναγιγνώσκοντος Πλάτωνος, " Ἡράκλεις," εἰπεῖν, "ὡς πολλά μου καταψεύδεσθ' ὁ νεανίσκος." οὐκ ὀλίγα γὰρ ὧν οὐκ εἴρηκε Σωκράτης γέγραφεν ἁνήρ.
ANONYM. vit. Plat. p. 7, 16-36:
μετὰ δὲ τοῦτο ἐφοίτησε [scil. Plat.] Σωκράτει, καὶ δέκα ἔτη παρ'αὐτῷ ἐφοίτησεν, ἠθικὴν φιλοσοφίαν ἐκμαθεῖν βουλόμενος. εὑρηκὼς δὲ τὸν Σωκράτη ἐπαναβεβηκότα τῶν ἄλλων, φασὶ πυρὶ μέλλοντα παραδιδόναι τὰ πρὸ τούτου πονηθέντα αὐτῷ εἰπεῖν τοῦτο τὸ ἔπος,
Ἥφαιστε, πρόμολ'ὦδε, Πλάτων νύ τι σεῖο χατίζει.
εὐνούστατος δὲ τῷ Σωκράτει οὖτος ὤφθη, εἴπερ τις ἄλλος. ἀμέλει κρινομένου αὐτοῦ καὶ ἐν δικαστηρίῳ τυγχάνοντος ἀνελθὼν αὐτὸς ἐπὶ τὸ βῆμα [12] φωνὴν ἔρρηξε τοιαύτην˙ "νεανίας μὲν ὦν, ὦ ἄνδρες, ἐπὶ τὸ βῆμα [13] ἀναβέβηκα." ἀγανακτήσαντες δ'οἱ δικασταὶ κατήγαγον αὐτὸν, ὃ δὲ λυπηθεὶς ἐξῆλθεν ἐκ τοῦ δικαστηρίου, μεῖναι ἐκεῖ οὐκέτι ἀνασχόμενος. μετὰ δὲ τὸ τὴν ἠθικὴν ὠφεληθῆναι Σωκράτει καὶ πράγματα παρασχεῖν αὐτῷ τῷ Σωκράτει ἐν ταῖς πρὸς αὐτὸν ἐντεύξεσι συγγράμματα ἐξέθετο, ἃ ἔτι ζῶντος Σωκράτους, εἰς χεῖρας αὐτοῦ ἦλθον. τὸν γὰρ Λύσιν διάλογον συγγεγραφότος, ᾧ ἐνέτυχε καὶ ὁ Σωκράτης, ἔφη τοῖς ἑταίροις αὑτοῦ "οὗτος ὁ νεανίας ἄγει με ὅπη θέλει καὶ ἐφ'ὅσον θέλει καὶ πρὸς οὓς θέλει."